Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.300 Joseph. AJ 4.305 (English) >>Joseph. AJ 4.309

4.303ἔπειτα ποίησιν ἑξάμετρον αὐτοῖς ἀνέγνω, ἣν καὶ καταλέλοιπεν ἐν βίβλῳ ἐν τῷ ἱερῷ πρόρρησιν περιέχουσαν τῶν ἐσομένων, καθʼ ἣν καὶ γέγονε τὰ πάντα καὶ γίνεται, μηδὲν ἐκείνου διημαρτηκότος τῆς ἀληθείας. 4.304ταῦτʼ οὖν τὰ βιβλία παραδίδωσι τοῖς ἱερεῦσι καὶ τὴν κιβωτόν, εἰς ἣν καὶ τοὺς δέκα λόγους γεγραμμένους ἐν δυσὶ πλαξὶ κατέθετο, καὶ τὴν σκηνήν· τῷ τε λαῷ παρῄνεσε κρατήσαντι τῆς γῆς καὶ ἱδρυθέντι μὴ λήθην λαβεῖν τῆς Ἀμαληκιτῶν ὕβρεως, ἀλλὰ στρατεύσαντας ἐπʼ αὐτοὺς τιμωρίαν ἀπολαβεῖν ὧν ἐπὶ τῆς ἐρήμου τυγχάνοντας ἐποίησαν κακῶς, 4.305ἐξελόντας δὲ τὴν Χαναναίων γῆν καὶ πᾶσαν διαφθείραντας τὴν ἐν αὐτῇ πληθὺν καθὰ πρέπει, τὸν βωμόν τε ἀναστῆσαι πρὸς ἥλιον ἀνίσχοντα τετραμμένον οὐ πόρρω τῆς Σικιμίων πόλεως ἐμπεριάγειν μεταξὺ δυοῖν ὀροῖν, Γριζαίου μὲν τοῦ ἐκ δεξιῶν κειμένου, τοῦ δʼ ἐκ λαιῶν Βουλῆ προσαγορευομένου, μερισθεῖσαν δὲ τὴν στρατιὰν καθʼ ἓξ φυλὰς ἐπὶ τοῖν δυοῖν ὀροῖν ἀναστῆναι καὶ σὺν αὐτοῖς Λευίτας τε καὶ ἱερέας. 4.306καὶ πρώτους μὲν τοὺς ἐπὶ τῷ Γρίζειν γενομένους εὔχεσθαι τὰ κάλλιστα τοῖς περὶ τὴν θρησκείαν τοῦ θεοῦ καὶ τὴν τῶν νόμων φυλακὴν σπουδάσασιν ὧν τε Μωυσῆς εἶπε μὴ παρακουσαμένοις, εὐφημεῖν δὲ τὰς ἑτέρας, καὶ τούτων πάλιν εὐχομένων τὰς προηγμένας ἐπαινεῖν·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.300 Joseph. AJ 4.305 (English) >>Joseph. AJ 4.309

Powered by PhiloLogic